Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.334 Joseph. AJ 17.339 (English) >>Joseph. AJ 17.344

17.337 καὶ δή, οὐ γὰρ ἦν ἄλλως πράσσειν, φράζει πρὸς τὸν Καίσαρα τὸ ἐπιβούλευμα, ὅν τε τρόπον καὶ ὑφʼ οὗ τυγχάνοι συγκείμενον. καὶ Καῖσαρ τὸν μὲν ψευδαλέξανδρον, οὐ γὰρ ἐψεύσατο ὁμολογίαν τὴν πρὸς αὐτόν, δραστήριον ὁρῶν αὐτουργῆσαι τῷ σώματι ἐρέσσειν ἐν τοῖς ναύταις καταλέγει, τὸν δὲ ἀναπείσαντα κτείνει. 17.338καταδίκη δʼ ἤρκει Μηλίοις ὁπόσα ἐτετελέκεσαν εἰς τὸν Ψευδαλέξανδρον διακενῆς ἀναλωκέναι. καὶ τὰ μὲν περὶ τὸν ψευδαλέξανδρον τολμηρῶς συντεθέντα οὕτως ἀκλεῶς ἔσχεν. 17.339

Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἐπεὶ εἰς Ἰουδαίαν ἀφικνεῖται, Ἰωάζαρον τὸν Βοηθοῦ ἀφελόμενος τὴν ἀρχιερωσύνην ἐπικαλῶν αὐτῷ συστάντι τοῖς στασιώταις Ἐλεάζαρον τὸν ἐκείνου ἐπικαθίσταται ἀδελφόν. 17.340ἀνοικοδομεῖ δὲ καὶ τὸ ἐν Ἱεριχοῦντι βασίλειον ἐκπρεπῶς, τῶν τε ὑδάτων ὁπόσα Νεαρὰν τὴν κώμην ὠφελεῖ ἐπιρρέοντα ἐξ ἡμισείας ἀπέστρεψεν ἐπαγωγὴν αὐτῷ ποιούμενος τῷ πεδίῳ φοίνιξιν ὑπʼ αὐτοῦ πεφυτευμένῳ, κώμην τε κτίσας Ἀρχελαΐδα ὄνομα αὐτῇ τίθεται. 17.341καὶ τοῦ πατρίου παράβασιν ποιησάμενος Γλαφύραν τὴν Ἀρχελάου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ γαμετὴν γενομένην, ἐξ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπώμοτον ὂν Ἰουδαίοις γαμετὰς ἀδελφῶν ἄγεσθαι, γαμεῖ. διατρίβει δὲ οὐδὲ Ἑλεάζαρος ἐν τῇ ἱερωσύνῃ ἐπικατασταθέντος αὐτῷ ζῶντι Ἰησοῦ τοῦ Σεὲ παιδός.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.334 Joseph. AJ 17.339 (English) >>Joseph. AJ 17.344

Powered by PhiloLogic